LITURGIA DIGITAL — Servicios Litúrgicos de la Iglesia Ortodoxa
×




2025

2025

Miércoles | 2 de Abril

Τῇ Τετάρτῃ | Τῌ Βʹ ΑΠΡΙΛΙΟΥ



__________

__________

LA PROFECÍA

Η ΠΡΟΦΗΤΕΙΑ

LECTOR

ΑΝΑΓΝΩΣΤΗΣ

Proquímeno. Tono 4.

Προκείμενον. Ἦχος δʹ.

Salmo 91 (92)

Ψαλμὸς ϞΑʹ (91).

Es bueno dar gracias al Señor, cantar en tu honor, Altísimo.

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ Ὀνόματί σου, Ὕψιστε.

Publicar tu amor por la mañana y tu fidelidad por las noches. [BJ-SAOGM]

Τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου καθʼ ἑκάστην.

Lectura de la profecía de Isaías.

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

SACERDOTE

ΙΕΡΕΥΣ

¡Sabiduría! ¡Atendamos!

Σοφία. Πρόσχωμεν.

LECTOR

ΑΝΑΓΝΩΣΤΗΣ

Is. 41:4 – 14

Ησ ΜΑʹ, 4 – 14

Oráculo del Señor: Yo, Dios, el primero, y con los últimos Yo Soy. Vean, islas, y teman; confines de la tierra, y tiemblen. Acérquense y vengan. El uno ayuda al otro y dice a su colega: «¡Ánimo!» Anima el fundidor al orfebre, el que pule a martillo al que bate en el yunque, diciendo de la soldadura: «Está bien.» Y fija el ídolo con clavos para que no se mueva. Y tú, Israel, siervo mío, Jacob, a quien elegí, linaje de Abrahán mi amigo; que te tomé desde los cabos de la tierra, y desde lo más remoto te llamé y te dije: «Siervo mío eres tú, te elegí y no te rechacé.» No temas, que contigo estoy yo; no receles, que yo soy tu Dios. Yo te he robustecido y te he ayudado, y te sostengo con mi diestra justiciera. ¡Oh! Se avergonzarán y confundirán todos los abrasados en ira contra ti. Serán como nada y perecerán los que buscan querella. Los buscarás y no los hallarás a los que disputaban contigo. Serán como nada y nulidad los que te hacen la guerra. Porque yo, el Señor tu Dios, te tomo por la diestra. Soy yo quien te digo: «No temas, yo te ayudo.» No temas, gusano de Jacob, gente de Israel: yo te ayudo —oráculo del Señor—, y tu redentor es el Santo de Israel. [BJ-SAOGM]

Οὕτω λέγει Κύριος· Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἶδον ἔθνη, καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἐξέστησαν, ἤγγισαν καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι, καὶ ἐρεῖ· Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων, τότε μὲν ἐρεῖ. Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αυτά, καὶ οὐ κινηθήσονται. Σὺ δὲ Ἰσραήλ, παῖς μου Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπʼ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπόν σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε, μὴ φοβοῦ· μετὰ σοῦ γὰρ εἰμι, μὴ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ μου τῇ δικαίᾳ. Ἰδοὺ αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου, ζητήσεις αὐτούς, καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε, ὅτι ἐγὼ ὁ Θεὸς ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, ἐγὼ βοηθός σου, μὴ φοβοῦ, Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεός, ὁ λυτρούμενός σε, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

Proquímeno. Tono 2.

Προκείμενον. Ἦχος βʹ.

Salmo 92 (93)

Ψαλμὸς ϞΒʹ (92).

Reina el Señor, vestido de majestad.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

El Señor, vestido y ceñido de poder. [BJ-SAOGM]

Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Lecturas de Vísperas

Τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ

LECTOR

ΑΝΑΓΝΩΣΤΗΣ

Proquímeno. Tono 4.

Προκείμενον. Ἦχος δʹ.

Salmo 93 (94)

Ψαλμὸς ϞΓʹ (93).

Dios de la venganza, Señor, Dios de la venganza.

Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων.

Levántate, juez de la tierra. [BJ-SAOGM]

Ὑψώθητι ὁ κρίνων τὴν γῆν.

Lectura del libro de Génesis.

Γενέσεως τὸ ἀνάγνωσμα.

DIÁCONO

ΔΙΑΚΟΝΟΣ

¡Sabiduría! ¡Atendamos!

Σοφία. Πρόσχωμεν.

LECTOR

ΑΝΑΓΝΩΣΤΗΣ

Gn. 17:1-9

Γεν ΙΖʹ, 1 – 9

Cuando Abrán tenía noventa y nueve años, se le apareció el Señor y le dijo: «Yo soy El Sadday, anda en mi presencia y sé perfecto. Yo establezco mi alianza entre nosotros dos, y te multiplicaré sobremanera.» Cayó Abrán rostro en tierra, y Dios le habló así: «Por mi parte ésta es mi alianza contigo: serás padre de una muchedumbre de pueblos. No te llamarás más Abrán, sino que tu nombre será Abrahán, pues te he constituido padre de muchedumbre de pueblos. Te haré fecundo sobremanera, te convertiré en pueblos, y reyes saldrán de ti. Estableceré mi alianza entre nosotros dos, y también con tu descendencia, de generación en generación: una alianza eterna, de ser yo tu Dios y el de tu posteridad. Te daré a ti y a tu posteridad la tierra en la que andas como peregrino, todo el país de Canaán, en posesión perpetua, y yo seré el Dios de los tuyos.» Dijo Dios a Abrahán: «Guarda, pues, mi alianza, tú y tu posteridad, de generación en generación.» [BJ-SAOGM]

Ἐγένετο Ἄβραμ ἐτῶν ἐνενηκονταεννέα. Καὶ ὤφθη Κύριος τῷ Ἀβραμ, καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος καὶ θήσομαι τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεός, λέγων· Ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν. Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου Ἀβραάμ· ὅτι πατέρα πολλῶν Ἐθνῶν τέθεικά σε. Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς ἔθνη· καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. Καὶ στήσω τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ σπέρματός σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναί σου Θεός, καὶ τοῦ σπέρματός σου μετὰ σέ. Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον· καὶ ἔσομαι αὐτοῖς Θεός. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν.

Proquímeno. Tono 6 (plagal 2).

Προκείμενον. Ἦχος πλ. βʹ.

Salmo 95 (96)

Ψαλμὸς ϞΕʹ (95).

Canten al Señor un nuevo canto.

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Canten al Señor, bendigan su nombre. [BJ-SAOGM]

ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ Ὄνομα αὐτοῦ.

Lectura del libro de Proverbios.

Παροιμιῶν τὸ ἀνάγνωσμα.

DIÁCONO

ΔΙΑΚΟΝΟΣ

¡Sabiduría! ¡Atendamos!

Σοφία. Πρόσχωμεν.

LECTOR

ΑΝΑΓΝΩΣΤΗΣ

Pr. 15:20-33 y 16:4-9

Πρμ ΙΕʹ, 20 – ΙϚʹ, 9

El hijo sabio alegra al padre, el hombre necio deshonra a su madre. La necedad divierte al insensato, el hombre prudente camina recto. Los planes fracasan por falta de acuerdo, cuando hay consejeros, se cumplen. La respuesta apropiada alegra al hombre, ¡y qué buena es la palabra oportuna! El sensato asciende por senderos de vida, que lo libran de bajar al abismo. El Señor derriba la casa del soberbio y reafirma los linderos de la viuda. El Señor aborrece los planes perversos y le agradan las palabras sinceras. Quien codicia en exceso arruina su casa; quien rechaza el soborno vivirá. El corazón del justo medita sus respuestas, la boca del malvado esparce maldades. El Señor se aleja del malvado y escucha la plegaria del justo. Mirada radiante alegra el corazón, buena noticia fortalece los huesos. Oído que escucha la reprensión saludable tendrá un lugar entre los sabios. Quien rechaza la educación se desprecia a sí mismo; quien escucha la reprensión adquiere cordura. El temor del Señor es escuela de sabiduría, la humildad precede a la fama. El Señor ha creado todo con un propósito, incluso al malvado para el día fatal. El Señor aborrece a los orgullosos, seguro que no quedarán impunes. Amor y lealtad compensan las faltas, el temor del Señor aparta del mal. Cuando el Señor aprueba la conducta de un hombre hasta lo reconcilia con su enemigo. Más vale un poco con justicia que muchas ganancias injustas. El hombre proyecta su camino, pero el Señor asegura sus pasos. [BJ-SAOGM]

Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. Ἀνοήτου τρίβοι, ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. Οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾍδου σωθῇ. Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήριξε δὲ ὅριον χήρας. Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σῴζεται. Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου, ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Καρδίαι δικαίων μελετῶσι πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. Δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνδρῶν δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει, θεωρῶν ὀφθαλμὸς καλά, εὐφραίνει καρδίαν, φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. Ὁ εἰσακούων ἐλέγχους ζωῆς, ἐν μέσῳ σοφῶν αὐλισθήσεται. Ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους, ἀγαπᾷ ψυχὴν ἑαυτοῦ. Φόβος Κυρίου παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ. Τῷ ἀνθρώπῳ πρόθεσις καρδίας, καὶ παρὰ Κυρίῳ ὑπόκρισις γλώσσης. Ὅσῳ μέγας εἶ, τοσοῦτον ταπείνου σεαυτόν, καὶ ἔναντι Κυρίου τοῦ Θεοῦ σου εὑρήσεις χάριν. Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ τῷ Θεῷ, καὶ ἑδράζων πνεύματα Κύριος. Κύλισον ἐπὶ Κύριον τὰ ἔργα σου, καὶ ἑδρασθήσονται οἱ λογισμοί σου. Πάντα εἰργάσατο Κύριος διʼ ἑαυτὸν οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. Ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας βαλὼν ἀδίκως, οὐκ ἀθωωθήσεται. Ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν δίκαια, δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον, ἢ θύειν θυσίας. Ὁ ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτόν, εὑρήσουσιν εἰρήνην. Πάντα τὰ ἔργα τοῦ Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. Κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.



__________

__________



Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Sinasario

Συναξάριον

Del menaion.

Τοῦ Μηναίου.

El 2 de abril conmemoramos a nuestro justo padre Tito.

Τῇ Βʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Τίτου.

Por las intercesiones de tus santos, oh Dios, ten piedad de nosotros. Amén.

Ταῖς αὐτῶν ἁγίας πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

__________

__________



Normas de Ayuno

Κανόνας Νηστείας

Ayuno estricto. Nos abstenemos de consumir todo tipo de carne, pescados, aceite, vino, productos lácteos, y huevos.

Νηστεία.

Es un día entre semana en Cuaresma.

Εἶναι Μ. Τεσσαρακοστή.