×




MISTERIO DEL BAUTISMO

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ

Oficio Pre-Bautismal

ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΠΡΟ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ

SACERDOTE

ΙΕΡΕΥΣ

En el nombre del Padre, y del Hijo, y del Espíritu Santo. ( Amén. ) (3 veces)

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ( Ἀμήν. ) (3)

Bendito sea nuestro Dios, eternamente, ahora y siempre y por los siglos de los siglos. Amén.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

En Tu nombre, Señor, Dios de Verdad, y en nombre de Tu Hijo Único y de Tu Espíritu Santo, impongo mis manos sobre tu siervo (Nombre) que ha sido hecho digno de recurrir a tu nombre y de refugiarse bajo la sombra de tus alas. Aleja de él el antiguo error y llénalo de fe en Ti, de esperanza y de caridad, para que sepa que Tú eres el Único Dios Verdadero con Tu Hijo Único y Tu Espíritu Santo. Haz que siga el camino de tus mandamientos y haga todo lo que te agrada, porque quien los cumple tiene la vida. Inscríbelo en el libro de la vida, agrégalo al rebaño de tu herencia; que sea glorificado en él tu nombre santo y el de tu amadísimo Hijo Nuestro Señor Jesús Cristo y el de tu Espíritu, que da la vida. Que tus ojos lo miren siempre con piedad y que tus oídos escuchen la voz de su plegaria. Haz lo alegrarse de las obras de sus manos y de toda su descendencia, para que Te alabe, adorando y glorificando Tu Santísimo y Altísimo nombre, durante todos los días de su vida.

Ἐπὶ τῷ ὀνόματί σου, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ Ἁγίου σου Πνεύματος, ἐπιτίθημι τὴν χεῖρά μου ἐπὶ τὸν δοῦλον (τὴν δούλην) σου (τόνδε) (τήνδε) τὸν καταξιωθέντα (τὴν καταξιωθεῖσαν) καταφυγεῖν ἐπὶ τὸ ἅγιον ὄνομά σου, καὶ ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου διαφυλαχθῆναι. Ἀπόστησον ἀπʼ αὐτοῦ (αὐτὴν) τὴν παλαιὰν ἐκείνην πλάνην, καὶ ἔμπλησον αὐτὸν (αὐτὴν) τῆς εἰς σὲ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης, ἵνα γνῶ ὅτι σὺ εἶ Θεὸς μόνος, Θεὸς ἀληθινός, καὶ ὁ μονογενής σου Υἱός, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ τὸ Ἅγιόν σου Πνεῦμα. Δὸς αὐτῷ (αὐτῇ) ἐν πάσαις ταῖς ἐντολαῖς σου πορευθῆναι, καὶ τὰ ἀρεστά σοι φυλάξαι· ὅτι ἐὰν ποιήσῃ αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. Γράψον αὐτὸν (αὐτὴν) ἐν βίβλῳ ζωῆς σου καὶ ἔνωσον αὐτὸν (αὐτὴν) τῇ ποίμνῃ τῆς κληρονομίας σου· δοξασθήτω τὸ ὄνομά σου τὸ ἅγιον ἐπʼ αὐτῷ (αὐτῇ) καὶ τοῦ ἀγαπητοῦ σου Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ζωοποιοῦ σου Πνεύματος. Ἔστωσαν οἱ ὀφθαλμοί σου ἀτενίζοντες εἰς αὐτὸν (αὐτὴν) ἐν ἐλέει διαπαντός, καὶ τὰ ὦτά σου τοῦ ἀκούειν τῆς φωνῆς τῆς δεήσεως αὐτοῦ (αὐτῆς). Εὔφρανον αὐτὸν (αὐτὴν) ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ (αὐτῆς), καὶ ἐν παντὶ τῷ γένει αὐτοῦ (αὐτῆς)· Ἵνα ἐξομολογήσηταί σοι, προσκυνῶν (προσκυνοῦσα) καὶ δοξάζων (δοξάζουσα) τὸ ὄνομά σου τὸ μέγα καὶ ὕψιστον, καὶ αἰνέσῃ σε διαπαντὸς πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ (αὐτῆς).

Pues a Ti Te alaban todas las legiones de los cielos y Te glorifican, oh Padre, Hijo y Espíritu Santo, ahora y siempre y por los siglos de los siglos.

Σὲ γὰρ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

PRIMER EXORCISMO

ΑΦΟΡΚΙΣΜΟΣ Αʹ

SACERDOTE

ΙΕΡΕΥΣ

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

El Señor te ordena, oh Demonio, el Señor que vino al mundo y habitó en medio de los hombres para destruir tu tiranía y librarlos de ella; Él, que, cuando estaba en la Cruz, triunfó de las fuerzas enemigas, dejando el sol de dar su luz temblando la tierra y resucitando los cuerpos de los santos. Él, que, con su muerte, venció la muerte y aniquiló al que tenía el poder de la muerte, es decir, a ti, oh demonio. Te conjuro por Aquél que caminó por las olas del mar como por tierra firme, que ordena el desenlace de los vientos, cuya mirada derrumba los abismos y cuya ira hace temblar las montañas. Es Él quien en este momento te ordena, por nuestro intermedio, que salgas, temas, te alejes de esta criatura y que nunca más te atrevas a ocultarte en ella ni ir a su encuentro, ni influenciaría, sea en horas de la noche o del día, por la mañana o al mediodía. Vuélvete al infierno hasta el día del gran Juicio. Teme a Dios, que está sentado sobre los Querubines, que mira los abismos y ante Quien estremecen los Ángeles, los Arcángeles, los Apóstoles, los Tronos, las Dominaciones, los Principados, las Legiones, las Potestades, los Querubines de muchos ojos y los Serafines de seis alas; ante Quien tiemblan el cielo, la tierra, el mar y todo lo que en ellos existe. Sal y apártate del soldado recién elegido y signado con el sello de Cristo nuestro Dios. Es por El mismo que yo te conjuro, por el que va sobre las alas de los vientos y hace de las llamas de fuego sus mensajeros, a ti y todo tu poder y todos tus ángeles, pues es glorificado el nombre del Padre, del Hijo y del Espíritu Santo, ahora y siempre y por los siglos de los siglos.

Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ παραγενόμενος εἰς τὸν κόσμον καὶ κατασκηνώσας ἐν ἀνθρώποις, ἵνα τὴν σὴν καθέλῃ τυραννίδα καὶ τοὺς ἀνθρώπους ἐξέληται· ὃς ἐπὶ ξύλου τὰς ἀντικειμένας δυνάμεις ἐθριάμβευσεν, ἡλίου σκοτισθέντος καὶ γῆς σαλευομένης, καὶ μνημάτων ἀνοιγομένων, καὶ σωμάτων Ἁγίων ἀνισταμένων· ὃς ἔλυσε θανάτῳ τὸν θάνατον, καὶ κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι, σὲ τὸν Διάβολον. Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ, τοῦ δείξαντος τὸ ξύλον τῆς ζωῆς καὶ τάξαντος τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φρουρεῖν αὐτό. Ἐπιτιμήθητι καὶ ἀναχώρησον· κατʼ ἐκείνου γάρ σε ὁρκίζω τοῦ περιπατήσαντος, ὡς ἐπὶ ξηρᾶς, ἐπὶ νῶτα θαλάσσης, καὶ ἐπιτιμήσαντος τῇ λαίλαπι τῶν ἀνέμων· οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους καὶ ἡ ἀπειλὴ τήκει ὄρη. Αὐτὸς γὰρ καὶ νῦν ἐπιτάσσει σοι διʼ ἡμῶν· Φοβήθητι, ἔξελθε, καὶ ὑπαναχώρησον ἀπὸ τοῦ πλάσματος τούτου, καὶ μὴ ὑποστρέψῃς, μηδὲ ὑποκρυβῇς ἐν αὐτῷ, μηδὲ συναντήσῃς αὐτῷ ἢ ἐνεργήσῃς, μὴ ἐν νυκτί, μὴ ἐν ἡμέρᾳ ἢ ὤρᾳ ἢ ἐν μεσημβρίᾳ· ἀλλʼ ἄπελθε εἰς τὸν ἴδιον τάρταρον, ἕως τῆς ἡτοιμασμένης μεγάλης ἡμέρας τῆς κρίσεως. Φοβήθητι τὸν Θεὸν τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἐπιβλέποντα ἀβύσσους· ὃν τρέμουσιν Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, Ἀρχαί, Ἐξουσίαι, Δυνάμεις, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ· ὃν τρέμει ὁ οὐρανὸς καὶ ἡ γῆ, ἡ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τοῦ σφραγισθέντος νεολέκτου στρατιώτου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· κατʼ ἐκείνου γάρ σε ὁρκίζω, τοῦ περιπατοῦντος ἐπὶ πτερύγων ἀνέμων, τοῦ ποιοῦντος τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τοῦ πλάσματος τούτου σὺν πάσῃ τῇ δυνάμει καὶ τοῖς ἀγγέλοις σου. Ὅτι δεδόξασται τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

SEGUNDO EXORCISMO

ΑΦΟΡΚΙΣΜΟΣ Βʹ

SACERDOTE

ΙΕΡΕΥΣ

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

El Dios Santo, temible y glorioso, que es inescrutable en todas sus obras e incomprensible en todo su poder, que te ha destinado, oh demonio, a la angustia del suplicio eterno, te ordena, por medio de nosotros sus indignos ministros, en el nombre de nuestro Señor Jesús Cristo, nuestro verdadero Dios, que te alejes, tú y todo el poder que te acompaña. Te conjuro, espíritu maligno, impuro, perverso y extraño con la autoridad de Jesús Cristo, que tiene todo poder en el cielo y en la tierra y que dijo al demonio sordo mudo: “Sal de este hombre y no habites más en él.” Aléjate y reconoce que tu poder es nulo, ya que no puede dominar ni a las jaurías. Recuerda a Aquel que te ordenó, conforme a tu pedido, entrar en la manada de cerdos. Teme a Dios, por cuyo mandato la tierra ha sido estabilizada en medio de las aguas; Quien creó los cielos, levantó las montañas y extendió las planicies; Quien ha puesto la arena como limite de los mares y ha trazado rutas seguras sobre las profundas aguas; Quien toca a los montes y los hace humear y se reviste de luz como de un manto, y ha extendido los cielos como una tienda de campaña y ha cubierto de agua su parte superior Quien ha fundado la tierra sobre sus bases y no se desnivelará jamás; Quien llama las aguas de los mares y las vierte sobre la tierra. Sal y aléjate del que se prepara en este momento para la santa iluminación. Te conjuro por la Pasión salvadora de Nuestro Señor Jesús Cristo, por su Cuerpo Purísimo y por su Sangre Preciosa, por su temible segunda venida (parusía), porque vendrá sin duda a juzgar a toda la tierra y te castigará a ti y a las fuerzas que te apoyan con el fuego del infierno, precipitándote a las tinieblas exteriores, donde los gusanos carcomen sin cesar y donde el fuego nunca se extingue, porque el poder es de Cristo, nuestro Dios, y del Padre y el Espíritu Santo, ahora y siempre y por los siglos de los siglos.

Ὁ Θεός, ὁ ἅγιος, ὁ φοβερὸς καὶ ἔνδοξος, ὁ ἐπὶ πᾶσι τοῖς ἔργοις καὶ τῇ ἰσχύι αὐτοῦ ἀκατάληπτος καὶ ἀνεξιχνίαστος ὑπάρχων αὐτὸς ὁ προορίσας σοι, Διάβολε, τῆς αἰωνίου κολάσεως τὴν τιμωρίαν, διʼ ἡμῶν τῶν ἀχρείων αὐτοῦ δούλων κελεύει σοι, καὶ πάσῃ τῇ συνεργῷ σου δυνάμει, ἀποστῆναι ἀπὸ τοῦ νεωστὶ σφραγισθέντος ἐπʼ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν. Ὁρκίζω σε οὖν, παμπόνηρον καὶ ἀκάθαρτον καὶ μιαρὸν καὶ ἐβδελυγμένον καὶ ἀλλότριον πνεῦμα, κατὰ τῆς δυνάμεως Ἰησοῦ Χριστοῦ, τοῦ πᾶσαν ἐξουσίαν ἔχοντος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, τοῦ εἰπόντος τῷ κωφῷ καὶ ἀλάλῳ δαίμονι· Ἔξελθε ἀπὸ τοῦ ἀνθρώπου καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Ἀναχώρησον, γνώρισον τὴν σὴν ματαίαν δύναμιν, τὴν μηδὲ χοίρων ἐξουσίαν ἔχουσαν. Ὑπομνήσθητι τοῦ ἐπιτάξαντός σοι, κατὰ τὴν σὴν αἴτησιν, εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν. Φοβήθητι τὸν Θεόν, οὗ τῷ προστάγματι ἡ γῆ καθʼ ὑδάτων ἐστήρικται· τὸν κτίσαντα τὸν οὐρανόν, καὶ στήσαντα τὰ ὅρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ, καὶ θέντα ἄμμον θαλάσσῃ ὅριον, καὶ ἐν ὕδατι σφοδρῷ τρίβον ἀσφαλῆ· τὸν ἁπτόμενον τῶν ὀρέων καὶ καπνίζονται· τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον· τὸν ἐκτείνοντα τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· τὸν στεγάζοντα ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ· τὸν θεμελιοῦντα τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸν προσκαλούμενον τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέοντα αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἔξελθε, καὶ ἀναχώρησον ἀπὸ τοῦ πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένου (εὐτρεπιζομένης). Ὁρκίζω σε κατὰ τοῦ σωτηριώδους πάθους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ τιμίου αὐτοῦ Σώματος καὶ Αἵματος, καὶ κατὰ τῆς ἐλεύσεως αὐτοῦ τῆς φοβερᾶς. Ἥξει γάρ, καὶ οὐ χρονιεῖ, κρίνων πᾶσαν τὴν γῆν, καὶ σὲ καὶ τὴν συνεργόν σου δύναμιν, κολάσει εἰς τὴν γέενναν τοῦ πυρός, παραδοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, καὶ τὸ πῦρ οὐ σβέννυται. Ὅτι τὸ κράτος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

TERCER EXORCISMO

ΑΦΟΡΚΙΣΜΟΣ Γʹ

SACERDOTE

ΙΕΡΕΥΣ

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Señor del Universo, Dios del pueblo fiel, que curas toda enfermedad y dolor, mira a tu siervo (nombre), pruébalo, examínalo y aleja de él toda acción diabólica. Purifica la obra de tus manos, empleando tu eficaz operación, y abate a Satanás bajo sus pies y otórgale la victoria sobre los espíritus impuros, a fin de que amparado por tu misericordia sea digno de tus Misterios celestiales e inmortales y Te glorifique, oh Padre, Hijo y Espíritu Santo, ahora y siempre y por los siglos de los siglos.

Κύριε Σαβαώθ, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, ἐπίβλεψον ἐπὶ τὸν δοῦλον (δούλην) σου, ἐκζήτησον, ἐξερεύνησον, καὶ ἀπέλασον ἀπʼ αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐνεργήματα τοῦ Διαβόλου. Ἐπιτίμησον τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ δίωξον αὐτά, καὶ καθάρισον τὸ ἔργον τῶν χειρῶν σου, καί, τῇ ὀξείᾳ σου χρησάμενος ἐνεργείᾳ, σύντριψον τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ (αὐτῆς) ἐν τάχει, καὶ δὸς αὐτῷ (αὐτῇ) νίκας κατʼ αὐτοῦ καὶ τῶν ἀκαθάρτων αὐτοῦ πνευμάτων· ὅπως, τοῦ παρὰ σοῦ ἐλέους τυγχάνων (τυγχάνουσα), καταξιωθῇ τῶν ἀθανάτων καὶ ἐπουρανίων σου μυστηρίων, καὶ δόξαν σοι ἀναπέμψῃ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

Oración (Cuarto Exorcismo)

ΕΥΧΗ

SACERDOTE

ΙΕΡΕΥΣ

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Soberano Señor, que has creado al hombre a tu imagen y semejanza, que le has dado el poder de llegar a la vida eterna y que no lo abandonaste, después que cayó en pecado, sino que procuraste la salvación del mundo por la Encarnación de Tu Cristo; Tú Señor, después que hayas librado de la esclavitud a tu criatura, recíbelo en tu Reino celestial. Abre los ojos de su inteligencia para que la luz de tu Evangelio pueda brillar en él. Haz que durante la vida lo acompañe un Ángel de luz, que lo libre de todos los engaños del enemigo, del encuentro con el mal, del demonio del mediodía y de las ilusiones perversas.

Ὁ Ὧν, Δέσποτα Κύριε, ὁ ποιήσας τὸν ἄνθρωπον κατʼ εἰκόνα σὴν καὶ ὁμοίωσιν, καὶ δοὺς αὐτῷ ἐξουσίαν ζωῆς αἰωνίου· εἶτα ἐκπεσόντα διὰ τῆς ἁμαρτίας μὴ παριδών· ἀλλʼ οἰκονομήσας διὰ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ σου τὴν σωτηρίαν τοῦ κόσμου· Αὐτὸς καὶ τὸ πλάσμα σου τοῦτο, λυτρωσάμενος ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, πρόσδεξαι εἰς τὴν βασιλείαν σου τὴν ἐπουράνιον. Διανοιξον αὐτοῦ (αὐτῆς) τοὺς ὀφθαλμοὺς τῆς διανοίας, εἰς τὸ αὐγάσαι ἐν αὐτῷ (αὐτῇ) τὸν φωτισμὸν τοῦ Εὐαγγελίου σου. Σύζευξον τῇ ζωῇ αὐτοῦ (αὐτῆς) Ἄγγελον φωτεινόν, ῥυόμενον αὐτὸν (αὐτὴν) ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἀπὸ συναντήματος πονηροῦ, ἀπὸ δαιμονίου μεσημβρινοῦ, ἀπὸ φαντασμάτων πονηρῶν.

Aparta de él (ella) todo espíritu malo e impuro, escondido y oculto en su corazón. (3 veces)

Ἐξέλασον ἀπʼ αὐτοῦ (αὐτῆς) πᾶν πονηρὸν καὶ ἀκάθαρτον πνεῦμα, κεκρυμμένον καὶ ἐμφωλεῦον αὐτοῦ (αὐτῆς) τῇ καρδίᾳ. (3)

El espíritu del error, de la maldad, de la idolatría y de la concupiscencia, el espíritu de la mentira y de toda impureza inspirada por la acción diabólica. Haz de él una oveja racional del santo rebaño de Tu Cristo, un miembro honorable de Tu Iglesia, un vaso de santidad, un hijo de la luz y heredero de tu Reino, para que, después de vivir según tus mandamientos, y de haber conservado intacta tu señal y su vestidura sin mancha, reciba la felicidad de tus santos en Tu Reino.

Πνεῦμα πλάνης, πνεῦμα πονηρίας, πνεῦμα εἰδωλολατρίας καὶ πάσης πλεονεξίας· πνεῦμα ψεύδους καὶ πάσης ἀκαθαρσίας, τῆς ἐνεργούμενης κατὰ τὴν διδασκαλίαν τοῦ Διαβόλου. Καὶ ποίησον αὐτὸν (αὐτὴν) πρόβατον λογικὸν τῆς ἁγίας ποίμνης τοῦ Χριστοῦ σου, μέλος τίμιον τῆς Ἐκκλησίας σου, σκεῦος ἠγιασμένον, υἱὸν (θυγατέρα) φωτὸς καὶ κληρονόμον τῆς βασιλείας σου· ἵνα, κατὰ τὰς ἐντολάς σου πολιτευσάμενος (πολιτευσαμένη), καὶ φυλάξας (φυλάξασα) τὴν σφραγῖδα ἄθραυστον, καὶ διατηρήσας (διατηρήσασα) τὸν χιτῶνα ἀμόλυντον, τύχῃ τῆς μακαριότητας τῶν Ἁγίων ἐν τῇ βασιλείᾳ σου.

Por la gracia, la misericordia y el amor a la Humanidad de Tu Hijo Unigénito, con Quien eres bendito junto con Tu Santísimo, Bueno y Vivificador Espíritu, ahora y siempre y por los siglos de los siglos.

This key is no longer used.

( Amén. )

( Ἀμήν. )

SACERDOTE

ΙΕΡΕΥΣ

¿Renuncias a Satanás, a todas sus obras, a todos sus ángeles, a todo su culto y a toda su ostentación?

Ἀποτάσσῃ τῷ Σατανᾷ; Καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ; Καὶ πάσῃ τῇ λατρείᾳ αὐτοῦ; Καὶ πᾶσι τοῖς ἀγγέλοις αὐτοῦ; Καὶ πάσῃ τῇ πομπῇ αὐτοῦ;

CATECÚMENO O PADRINOS

ΚΑΤΗΧΟΥΜΕΝΟΣ/ΑΝΑΔΟΧΟΣ

Si, renuncio.

Ἀποτάσσομαι.

SACERDOTE

ΙΕΡΕΥΣ

¿Has renunciado a Satanás?

Ἀπετάξω τῷ Σατανᾷ;

CATECÚMENO O PADRINOS

ΚΑΤΗΧΟΥΜΕΝΟΣ/ΑΝΑΔΟΧΟΣ

Sí, he renunciado.

Ἀπεταξάμην.

SACERDOTE

ΙΕΡΕΥΣ

Expectora y escupe sobre satanás.

Καὶ ἐμφύσησον, καὶ ἔμπτυσον αὐτῷ.

SACERDOTE

ΙΕΡΕΥΣ

¿Te unes a Cristo?

Συντάσσῃ τῷ Χριστῷ;

CATECÚMENO O PADRINOS

ΚΑΤΗΧΟΥΜΕΝΟΣ/ΑΝΑΔΟΧΟΣ

Sí, me uno.

Συντάσσομαι.

SACERDOTE

ΙΕΡΕΥΣ

¿Te has unido a Cristo?

Συνετάξω τῷ Χριστῷ;

CATECÚMENO O PADRINOS

ΚΑΤΗΧΟΥΜΕΝΟΣ/ΑΝΑΔΟΧΟΣ

Sí, me he unido a Cristo.

Συνεταξάμην.

SACERDOTE

ΙΕΡΕΥΣ

¿Crees en Él?

Καὶ πιστεύεις αὐτῷ;

CATECÚMENO O PADRINOS

ΚΑΤΗΧΟΥΜΕΝΟΣ/ΑΝΑΔΟΧΟΣ

Creo en Él como en Rey y Dios.

Πιστεύω αὐτῷ, ὡς Βασιλεῖ καὶ Θεῶ.

Creo en un solo Dios Padre omnipotente, creador del cielo y de la tierra, de todo lo visible y lo invisible. Y en un solo Señor Jesús Cristo, unigénito Hijo de Dios, nacido del Padre antes de todos los siglos; Luz de Luz, Dios verdadero de Dios verdadero, engendrado, no creado, de la misma esencia que el Padre, por quien todo fue hecho. Quien por nosotros los hombres y por nuestra salvación descendió de los cielos, y se encarnó del Espíritu santo y de María la Virgen, y se hizo hombre. Fue crucificado por nosotros bajo Poncio Pilato, padeció y fue sepultado. Y resucitó al tercer día, conforme a las Escrituras. Y ascendió a los cielos y está sentado a la diestra del Padre. Y de nuevo vendrá, con gloria, para juzgar a los vivos y a los muertos y su reino no tendrá fin. Y en el Espíritu santo, Señor, vivificador, que procede del Padre, que junto con el Padre y el Hijo es adorado y glorificado, que habló por medio de los profetas. En la Iglesia una, santa, católica y apostólica. Confieso un solo bautismo para la remisión de los pecados. Espero la resurrección de los muertos, y la vida en la era futura. [SAOGM] Amén.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, διʼ οὗ τὰ πάντα ἐγένετο. Τὸν διʼ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. [GOA] Ἀμήν.

SACERDOTE

ΙΕΡΕΥΣ

¿Te has unido a Cristo?

Συνετάξω τῷ Χριστῷ;

CATECÚMENO O PADRINOS

ΚΑΤΗΧΟΥΜΕΝΟΣ/ΑΝΑΔΟΧΟΣ

Sí, me he unido a Cristo.

Συνεταξάμην.

SACERDOTE

ΙΕΡΕΥΣ

¿Crees en Él?

Καὶ πιστεύεις αὐτῷ;

CATECÚMENO O PADRINOS

ΚΑΤΗΧΟΥΜΕΝΟΣ/ΑΝΑΔΟΧΟΣ

Creo en Él como en Rey y Dios.

Πιστεύω αὐτῷ, ὡς Βασιλεῖ καὶ Θεῶ.

SACERDOTE

ΙΕΡΕΥΣ

¿Te has unido a Cristo?

Συνετάξω τῷ Χριστῷ;

CATECÚMENO O PADRINOS

ΚΑΤΗΧΟΥΜΕΝΟΣ/ΑΝΑΔΟΧΟΣ

Sí, me he unido a Cristo.

Συνεταξάμην.

SACERDOTE

ΙΕΡΕΥΣ

¿Crees en Él?

Καὶ πιστεύεις αὐτῷ;

CATECÚMENO O PADRINOS

ΚΑΤΗΧΟΥΜΕΝΟΣ/ΑΝΑΔΟΧΟΣ

Creo en Él como en Rey y Dios.

Πιστεύω αὐτῷ, ὡς Βασιλεῖ καὶ Θεῶ.

SACERDOTE

ΙΕΡΕΥΣ

¿Te has unido a Cristo?

Συνετάξω τῷ Χριστῷ;

CATECÚMENO O PADRINOS

ΚΑΤΗΧΟΥΜΕΝΟΣ/ΑΝΑΔΟΧΟΣ

Sí, me he unido a Cristo.

Συνεταξάμην.

SACERDOTE

ΙΕΡΕΥΣ

Adórale.

Καὶ προσκύνησον αὐτῷ.

CATECÚMENO O PADRINOS

ΚΑΤΗΧΟΥΜΕΝΟΣ/ΑΝΑΔΟΧΟΣ

Adoro al Padre, al Hijo y al Espíritu Santo; Trinidad consubstancial e indivisible.

Προσκυνῶ Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

SACERDOTE

ΙΕΡΕΥΣ

Bendito sea Dios que quiere que todos los hombres se salven y lleguen a conocer la verdad, ahora y siempre y por los siglos de los siglos.

Εὐλογητὸς ὁ Θεός, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

SACERDOTE

ΙΕΡΕΥΣ

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Soberano Señor, nuestro Dios, llama a Tú siervo N. a Tu Santa Iluminación y hazlo digno de esta gran gracia del Santo Bautismo; desvístelo del hombre viejo y renuévalo para la vida eterna, llénalo de la fuerza de tu Espíritu Santo, para que se una con Tu Cristo y no sea más hijo de la carne, sino hijo de tu Reino, por la bondad de Tu Hijo Único, con Quien eres bendito junto con tu Santísimo Espíritu Bueno, que da vida, ahora y siempre y por los siglos de los siglos.

Δέσποτα, Κύριε, ὁ Θεὸς ἡμῶν, προσκάλεσαι τὸν δοῦλον (τὴν δούλην) σου (τόνδε) (τήνδε) πρὸς τὸ ἅγιόν σου φώτισμα, καὶ καταξίωσον αὐτὸν (αὐτὴν) τῆς μεγάλης ταύτης χάριτος τοῦ ἁγίου σου Βαπτίσματος. Ἀπόδυσον αὐτοῦ (αὐτῆς) τὴν παλαιότητα, καὶ ἀνακαίνισον αὐτὸν (αὐτὴν) εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ πλήρωσον αὐτὸν (αὐτὴν) τῆς του Ἁγίου σου Πνεύματος δυνάμεως, εἰς ἕνωσιν τοῦ Χριστοῦ σου· ἵνα μηκέτι τέκνον σώματος ᾖ, ἀλλὰ τέκνον τῆς σῆς Βασιλείας. Εὐδοκίᾳ καὶ χάριτι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

Oficio del Santo Bautismo

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ

SACERDOTE

ΙΕΡΕΥΣ

Bendito el reino del Padre y del Hijo y del Espíritu Santo, ahora y siempre y por los siglos de los siglos.

Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

En paz, roguemos al Señor.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Por la paz de lo alto y por la salvación de nuestras almas, roguemos al Señor.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Por la paz del mundo entero, la estabilidad de las santas Iglesias de Dios y la unión de todos, roguemos al Señor.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Por esta santa morada y por todos los que en ella entran con fe, devoción y temor de Dios, roguemos al Señor.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Por nuestro arzobispo (N.), el honorable presbiterado y el diaconado en Cristo; por todo el clero y el pueblo, roguemos al Señor.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Para que esta agua sea santificada, con el poder, la acción y la venida del Espíritu Santo, roguemos al Señor.

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Para que descienda sobre ella la gracia de la Redención y la bendición del Jordán, roguemos al Señor.

Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Para que venga sobre esta agua la acción purificadora de la Santísima Trinidad suprasubstancial, roguemos al Señor.

Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Para que seamos iluminados por la luz de la sabiduría y de la piedad, por el descenso del Espíritu Santo, roguemos al Señor.

Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως καὶ εὐσεβείας διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Para que esta agua sea defensa contra los ataques de los enemigos visibles e invisibles, roguemos al Señor.

Ὑπὲρ τοῦ ἀναδειχθῆναι τὸ ὕδωρ τοῦτο ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Por el que va a ser bautizado y para que sea digno del Reino incorruptible, roguemos al Señor.

Ὑπὲρ τοῦ ἄξιον (ἀξίαν) γενέσθαι τῆς ἀφθάρτου βασιλείας τὸν (τὴν) ἐν αὐτῷ βαπτιζόμενον (βαπτιζομένην), τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Por el que se acerca a la santa iluminación y por su salvación, roguemos al Señor.

Ὑπὲρ τοῦ νῦν προσερχόμενου (τῆς νῦν προσερχομένης) τῷ ἁγίῳ Φωτίσματι καὶ τῆς σωτηρίας αὐτοῦ (αὐτῆς), τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Para que sea proclamado hijo de la luz y heredero de los bienes eternos, roguemos al Señor.

Ὑπὲρ τοῦ ἀναδειχθῆναι αὐτὸν (αὐτὴν) υἱὸν (θυγατέρα) φωτὸς καὶ κληρονόμον τῶν αἰωνίων ἀγαθῶν, τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Para que se una a Cristo nuestro Dios y sea partícipe de su muerte y de Su Resurrección, roguemos al Señor.

Ὑπὲρ τοῦ γενέσθαι αὐτὸν (αὐτὴν) σύμφυτον καὶ κοινωνὸν τοῦ θανάτου καὶ τῆς ἀναστάσεως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Para que conserve puras y limpias las vestiduras del bautismo y las arras del Espíritu hasta el día temible de la venida de Cristo nuestro Dios, roguemos al Señor.

Ὑπὲρ τοῦ διαφυλαχθῆναι αὐτῷ (αὐτῇ) τὴν στολὴν τοῦ Βαπτίσματος, καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, ἄσπιλον καὶ ἀμώμητον ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Para que estas aguas le sean un baño de regeneración para remisión de los pecados y vestidura de incorrupción, roguemos al Señor.

Ὑπὲρ τοῦ γενέσθαι αὐτῷ (αὐτῇ) τὸ ὕδωρ τοῦτο λουτρὸν παλιγγενεσίας, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ ἔνδυμα ἀφθαρσίας, τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Para que el Señor Dios escuche la voz de suplica de nosotros que somos pecadores y que tenga piedad de nosotros, roguemos al Señor.

Ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Para que él y nosotros seamos libres de toda aflicción, ira, peligro y necesidad, roguemos al Señor.

Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτόν (αὐτήν) τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Ampáranos, sálvanos, ten piedad de nosotros y protégenos, Dios, por tu gracia.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Conmemorando a la Santísima, pura, benditísima, y gloriosa doncella nuestra, la Teotocos y siempre Virgen María; con todos los santos, encomendémonos cada uno a sí mismo y unos a otros y nuestra vida entera a Cristo nuestro Dios.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

( A ti, Señor. )

( Σοί, Κύριε. )

SACERDOTE (en voz baja)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Oh Dios clemente y misericordioso, que escrutas los corazones y las entrañas y que conoces los secretos de los hombres, porque nada puede ocultarse ante tu presencia sino que todo es a tus ojos patente y claro. Tú que conoces mi interior, no me desprecies ni apartes tu rostro de mí y no mires a mis pecados. Tú que olvidas los pecados de los hombres, cuando se arrepienten, lava mi cuerpo y purifica mi alma. Santifícame con tu poder perfecto e invisible y con tu diestra espiritual, a fin de que no sea yo mismo condenado como esclavo del pecado, después de haber predicado a otros la libertad. Oh Señor bondadoso y amante de la humanidad, no sea yo humillado y confundido. Envíame fuerza desde las alturas para administrar este gran Misterio celestial. Reproduce la imagen de Cristo en el que va a volver a nacer por medio de mi indignidad, edifícale sobre los cimientos de los apóstoles y de los Profetas y no lo destruyas jamás; plántalo como una planta de verdad en tu santa Iglesia Católica y no la arranques, a fin de que, creciendo en piedad, sea glorificado en él Tu Santísimo Nombre, Padre, Hijo y Espíritu Santo, ahora y siempre y por los siglos de los siglos. Amén.

Ὁ εὔσπλαγχνος καὶ ἐλεήμων Θεός, ὁ ἐτάζων καρδίας καὶ νεφρούς, καὶ τὰ κρύφια τῶν ἀνθρώπων ἐπιστάμενος μόνος· οὐ γάρ ἐστι πρᾶγμα ἀφανὲς ἐνώπιόν σου, ἄλλα πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς σου· ὁ γινώσκων τὰ κατʼ ἐμέ, μὴ βδελύξῃ με, μηδὲ τὸ πρόσωπόν σου ἀποστρέψῃς ἀπʼ ἐμοῦ, ἀλλὰ πάριδέ μου τὰ παραπτώματα ἐν τῇ ὥρᾳ ταύτῃ, ὁ παρορῶν ἀνθρώπων ἁμαρτήματα εἰς μετάνοιαν, καὶ ἀπόπλυνόν μου τὸν ῥύπον τοῦ σώματος, καὶ τὸν σπίλον τῆς ψυχῆς, καὶ ὅλον με ἁγίασον ὁλοτελῆ τῇ δυνάμει σου τῇ ἀοράτῳ καὶ πνευματικῇ δεξιᾷ· ἵνα μή, ἐλευθερίαν ἄλλοις ἐπαγγελλόμενος καὶ ταύτην παρέχων πίστει τῇ ἠρτημένῃ τῆς σῆς ἀφάτου φιλανθρωπίας, αὐτὸς ὡς δοῦλος ἁμαρτίας ἀδόκιμος γένωμαι. Μή, Δέσποτα, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, μὴ ἀποστραφείην τεταπεινωμένος καὶ κατῃσχυμένος· ἀλλʼ ἐξαπόστειλόν μοι δύναμιν ἐξ ὕψους, καὶ ἐνίσχυσόν με πρὸς τὴν διακονίαν τοῦ προκειμένου σου Μυστηρίου, τοῦ μεγάλου καὶ ἐπουρανίου. Καὶ μόρφωσόν σου τὸν Χριστὸν ἐν τῷ μέλλοντι (ἐν τῇ μελλούσῃ) ἀναγεννᾶσθαι διὰ τῆς ἐμῆς ἐλεεινότητος· καὶ οἰκοδόμησον αὐτὸν (αὐτὴν) ἐν τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ Προφητῶν σου· καὶ μὴ καθέλῃς, ἀλλὰ φύτευσον αὐτὸν (αὐτὴν) φύτευμα ἀληθείας ἐν τῇ ἁγίᾳ σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ, καὶ μὴ ἐκτίλῃς. Ὅπως προκόπτοντος αὐτοῦ (προκοπτούσης αὐτῆς) ἐν εὐσέβειᾳ, δοξάζηται καὶ διʼ αὐτοῦ (αὐτῆς) τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

SACERDOTE

ΙΕΡΕΥΣ

Grande eres, Señor, y tus obras son maravillosas y no hay palabras que puedan expresar tus maravillas.

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου.

( ¡Gloria a ti, Señor, gloria a ti! )

( Δόξα σοι, Κύριε, δόξα σοι. )

Grande eres, Señor, y tus obras son maravillosas y no hay palabras que puedan expresar tus maravillas.

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου.

( ¡Gloria a ti, Señor, gloria a ti! )

( Δόξα σοι, Κύριε, δόξα σοι. )

Grande eres, Señor, y tus obras son maravillosas y no hay palabras que puedan expresar tus maravillas.

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου.

( ¡Gloria a ti, Señor, gloria a ti! )

( Δόξα σοι, Κύριε, δόξα σοι. )

SACERDOTE

ΙΕΡΕΥΣ

Con tu voluntad has sacado todas las cosas de la nada a la existencia, con tu poder sostienes la creación y con tu providencia riges el mundo. Compusiste la naturaleza de cuatro elementos y coronaste el año con cuatro estaciones. Ante Ti tiemblan todas las legiones de los ángeles; a Ti Te canta el sol, te glorifica la luna, te escoltan las estrellas y te obedece la luz. A Tu paso se derrumban los abismos; A Ti te sirven las fuentes; Tú has extendido los cielos como una tienda de campaña y has estabilizado la tierra en medio de las aguas; has rodeado las aguas de arena y distribuyes el aire para que respiremos. Las legiones angélicas te sirven y los coros de los arcángeles te adoran. Los Querubines (todos cubiertos de ojos) y los Serafines (de sus alas) están ante Ti y vuelan en derredor de tu Trono, velándose el rostro por temor de Tu gloria inaccesible. Viniste a la tierra, tomaste forma de siervo y te hiciste semejante a los hombres, siendo el Dios indescriptible inefable, eterno e incomprensible. Por las entrañas de tu misericordia, Señor, no pudiste sufrir ver al género humano atormentado por el demonio, sino que has venido y nos has salvado. Confesamos esta gracia, proclamamos esta misericordia y publicamos este beneficio. Tú purificaste los gérmenes de nuestra naturaleza y santificaste las entrañas virginales con tu nacimiento. Toda la creación te entonó un himno cuando apareciste entre nosotros, porque Tú, oh Dios nuestro, estuviste en la tierra y viviste en medio de los hombres; santificaste las aguas del Jordán, enviando de lo alto del cielo tu Espíritu Santo, y quebrantaste la cabeza de los demonios que allí habitaban.

Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοὺ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις· σὲ ὑμνεῖ ἥλιος· σὲ δοξάζει σελήνη· σοὶ ἐντυγχάνει τὰ ἄστρα· σοὶ ὑπακούει τὸ φῶς· σὲ φρίττουσιν ἄβυσσοι· σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας. Ἀγγελικοὶ Δυνάμεις σοὶ λειτουργοῦσιν, οἱ τῶν Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, κύκλῳ ἑστῶτα, καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξῃς κατακαλύπτεται. σὺ γάρ, Θεὸς ὢν ἀπερίγραπτος ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δέσποτα, διὰ σπλάγχνα ἐλέους σου, θεᾶσθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλʼ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν. Τάς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα· σὺ γάρ, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῆς γῆς ὤφθης καὶ τοῖς ἀνθρώποις συνανεστράφης· σὺ καὶ τὰ Ἰορδάνεια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας αὐτοῖς τὸ Πανάγιόν σου Πνεῦμα, καὶ τὰς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων.

SACERDOTE

ΙΕΡΕΥΣ

Tú, por tanto, oh Rey amante de la humanidad, ven ahora y santifica esta agua por la infusión de Tu Espíritu Santo.

Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο.

( Amén. )

( Ἀμήν. )

Tú, por tanto, oh Rey amante de la humanidad, ven ahora y santifica esta agua por la infusión de Tu Espíritu Santo.

Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο.

( Amén. )

( Ἀμήν. )

Tú, por tanto, oh Rey amante de la humanidad, ven ahora y santifica esta agua por la infusión de Tu Espíritu Santo.

Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο.

( Amén. )

( Ἀμήν. )

SACERDOTE

ΙΕΡΕΥΣ

Dale la gracia de la Redención, la bendición del Jordán, hazla fuente de incorrupción don de santificación, perdón de los pecados, alivio de las enfermedades y confusión de los demonios. Que, tina vez llena de la fuerza de los ángeles, sea inaccesible a las potencias enemigas y que todos los que asechan a tu criatura, Señor, sean confundidos y huyan, pues he invocado tu nombre admirable, glorioso y temido por tus enemigos.

Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, ἀγγελικῆς ἰσχύος πεπληρωμένον. Φυγέτωσαν ἀπʼ αὐτοῦ οἱ ἐπιβουλεύοντες τῷ πλάσματί σοι· ὅτι τὸ ὄνομά σου, Κύριε, ἐπεκαλεσάμην, τὸ θαυμαστὸν καὶ ἔνδοξον καὶ φοβερὸν τοῖς ὑπεναντίοις.

SACERDOTE

ΙΕΡΕΥΣ

Sean quebrantadas por la señal de Tu Cruz todas las fuerzas enemigas.

Συντριβήτωσαν ὑπὸ τὴν σημείωσιν τοῦ τύπου τοῦ τιμίου Σταυροῦ σου πᾶσαι αἱ ἐνάντιαι δυνάμεις.

( Amén. )

( Ἀμήν. )

Sean quebrantadas por la señal de Tu Cruz todas las fuerzas enemigas.

Συντριβήτωσαν ὑπὸ τὴν σημείωσιν τοῦ τύπου τοῦ τιμίου Σταυροῦ σου πᾶσαι αἱ ἐνάντιαι δυνάμεις.

( Amén. )

( Ἀμήν. )

Sean quebrantadas por la señal de Tu Cruz todas las fuerzas enemigas.

Συντριβήτωσαν ὑπὸ τὴν σημείωσιν τοῦ τύπου τοῦ τιμίου Σταυροῦ σου πᾶσαι αἱ ἐνάντιαι δυνάμεις.

( Amén. )

( Ἀμήν. )

SACERDOTE

ΙΕΡΕΥΣ

Apártense todos los espíritus (aéreos) e invisibles, que el demonio se aleje de esta agua y que el espíritu maligno -te rogamos Señor- no se pose sobre aquel que va a ser bautizado, causando el ofuscamiento del entendimiento y la rebelión contra la razón. Tú, Señor del Universo, haz que esta agua sea un agua de reposo, de redención, de santificación, de purificación de las manchas de la carne y del espíritu, una liberación y perdón de los pecados, iluminación de las almas y renovación de la vida. Tú eres, Señor, quien ha dicho: “Lavaos y seréis puros, borrad las iniquidades de vuestras almas.” Tú nos has concedido volver a nacer por medio del agua y del espíritu. Señor, manifiéstate en esta agua y concede al que va ser bautizado que se transforme, de tal modo que se despoje del hombre viejo, corrompido por los desgastes de la concupiscencia, y se revista del hombre nuevo, renovado según la imagen de Aquél que lo ha creado, a fin de que, habiéndose convertido por el bautismo en participe de Tu muerte, participe también de tu Resurrección y, conservando el don de Tu Espíritu Santo y haciéndolo fructificar el depósito de Tu gracia, reciba el premio de la vocación celestial y sea inscripto entre los primogénitos en el cielo. Pues a Ti, Señor y Dios nuestro Jesús Cristo...

Ὑποχωρησάτωσαν ἡμῖν πάντα τὰ ἐναέρια καὶ ἀφανῆ εἴδωλα, καὶ μὴ ὑποκρυβήτω τῷ ὕδατι τούτῳ δαιμόνιον σκοτεινόν, μηδὲ συγκαταβήτω τῷ βαπτιζομένω (τῇ βαπτιζομένῃ), δεόμεθά σου, Κύριε, πνεῦμα πονηρόν, σκότωσιν λογισμῶν καὶ ταραχὴν διανοίας ἐπάγον. Ἀλλὰ σύ, Δέσποτα τῶν ἁπάντων, ἀνάδειξον τὸ ὕδωρ τοῦτο, ὕδωρ ἀπολυτρώσεως, ὕδωρ ἁγιασμοῦ, καθαρισμὸν σαρκὸς καὶ πνεύματος, ἄνεσιν δεσμῶν, ἄφεσιν παραπτωμάτων, φωτισμὸν ψυχῆς, λουτρὸν παλλιγγενεσίας, ἀνακαινισμὸν πνεύματος, υἱοθεσίας χάρισμα, ἔνδυμα ἀφθαρσίας, πηγὴν ζωῆς· σὺ γὰρ εἶπας, Κύριε· Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· σὺ ἐχαρίσω ἡμῖν τὴν ἄνωθεν ἀναγέννησιν, διʼ ὕδατος καὶ Πνεύματος. Ἐπιφάνηθι, Κύριε, τούτῳ· καὶ δὸς μεταποιηθῆναι τὸν ἐν αὐτῷ βαπτιζόμενον (βαπτιζομένην), εἰς τὸ ἀποθέσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἐνδύσασθαι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν· ἵνα, γενόμενος (γενομένη) σύμφυτος τῷ ὁμοιώματι τοῦ θανάτου σου διὰ τοῦ Βαπτίσματος, κοινωνὸς καὶ τῆς ἀναστάσεώς σου γὲνηται καὶ φυλάξας (φυλάξασα) τὴν δωρεὰν τοῦ Ἁγίου σου Πνεύματος καὶ αὐξήσας (αὐξήσασα) τὴν παρακαταθήκην τῆς χάριτος, δέξηται τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ συγκαταριθμηθῇ τοῖς πρωτοτόκοις, τοῖς ἀπογεγραμμένοις ἐν οὐρανῷ, ἐν σοὶ τῷ Θεῷ καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ.

...se te debe toda gloria, poder, honor y adoración y a Tu Padre Eterno y a Tu Espíritu Santo y Bueno, que da vida, ahora y siempre y por los siglos de los siglos.

Ὅτι σοὶ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

SACERDOTE

ΙΕΡΕΥΣ

Paz a todos.

Εἰρήνη πᾶσι.

( Y a tu espíritu. )

( Καὶ τῷ πνεύματί σου. )

Inclinemos la cabeza ante el Señor.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

( A ti, Señor. )

( Σοί, Κύριε. )

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Bendición del Óleo

ΕΥΧΗ ΤΟΥ ΕΛΑΙΟΥ

Soberano Señor, Dios de nuestros padres, que enviaste a los que se encontraban en el arca de Noé una paloma, llevando en el pico un ramo de olivo, como símbolo de la reconciliación y de la salvación después del diluvio, y que de esta manera figuraste el misterio de la gracia. Tú nos suministras el fruto de los olivos para cumplir tus Misterios y por medio del olivo llenaste del Espíritu Santo a los que estaban bajo la ley y perfeccionas a los que están bajo la gracia. Tú mismo, Señor, bendice ahora este aceite con el poder, la acción y la venida del Espíritu Santo y que se convierta en ungüento de incorrupción, renovación del alma y del cuerpo, inmunidad contra todo ataque diabólico y alivio de todos los males en aquellos que sean ungidos de él con fe o que lo reciban.

Δέσποτα, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ τοῖς ἐν τῇ κιβωτῷ τοῦ Νῶε περιστερὰν ἀποστείλας, κάρφος ἐλαίας ἔχουσαν ἐπὶ τοῦ στόματος, καταλλαγῆς σύμβολον, σωτηρίας τε τῆς ἀπὸ τοῦ κατακλυσμοῦ, καὶ τὸ τῆς χάριτος μυστήριον διʼ ἐκείνων προτυπώσας· ὁ καὶ τῆς ἐλαίας τὸν καρπὸν εἰς πλήρωσιν τῶν ἁγίων σου Μυστηρίων χορηγήσας, ὁ διʼ αὐτοῦ καὶ τοὺς ἐν νόμῳ Πνεύματος Ἁγίου πληρώσας καὶ τοὺς ἐν χάριτι τελειῶν· Αὐτὸς εὐλόγησον καὶ τοῦτο τὸ ἔλαιον, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου σου Πνεύματος, ὥστε γενέσθαι αὐτὸ χρίσμα ἀφθαρσίας, ὅπλον δικαιοσύνης, ἀνακαινισμὸς ψυχῆς καὶ σώματος, πάσης διαβολικῆς ἐνεργείας ἀποτρόπαιον, εἰς ἀπαλλαγὴν κακῶν, πᾶσι τοῖς χριομένοις αὐτὸ ἐν πίστει, ἢ καὶ μεταλαμβάνουσιν ἐξ αὐτοῦ.

Para Tu gloria y la de Tu Hijo Único, y la de Tu Espíritu Santo, ahora y siempre y por los siglos de los siglos.

Εἰς δόξαν σήν, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ παναγίου καὶ ἀγαθοῦ καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

SACERDOTE

ΙΕΡΕΥΣ

¡Atendamos!

Πρόσχωμεν.

CORO

ΧΟΡΟΣ

¡Aleluya, aleluya, aleluya!

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

SACERDOTE

ΙΕΡΕΥΣ

¡Atendamos!

Πρόσχωμεν.

CORO

ΧΟΡΟΣ

¡Aleluya, aleluya, aleluya!

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

SACERDOTE

ΙΕΡΕΥΣ

¡Atendamos!

Πρόσχωμεν.

CORO

ΧΟΡΟΣ

¡Aleluya, aleluya, aleluya!

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

SACERDOTE

ΙΕΡΕΥΣ

Bendito sea Dios que santifica e ilumina a todo hombre que viene al mundo, ahora y siempre y por los siglos de los siglos.

Εὐλογητὸς ὁ Θεός, ὁ φωτίζων καὶ ἁγιάζων πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

SACERDOTE

ΙΕΡΕΥΣ

El siervo de Dios (nombre) es ungido con el oleo de la alegría, en el nombre del Padre, del Hijo y del Espíritu Santo.

Χρίεται ὁ δοῦλος (ἡ δούλη) τοῦ Θεοὺ (ὁ ἢ ἡ δεῖνα), ἔλαιον ἀγαλλιάσεως, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος.

( Amén. )

( Ἀμήν. )

Para curación del alma y del cuerpo.

Εἰς ἴασιν ψυχῆς καὶ σώματος.

Para que con sus oídos escuche la fe.

Εἰς ἀκοὴν πίστεως.

Tus manos lo han creado y lo han formado.

Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με.

Para que camine siempre por el camino de tus mandamientos.

Τοῦ πορεύεσθαι τὰ διαβήματά σου.



Es bautizado el siervo de Dios (nombre), en el nombre del Padre.

Βαπτίζεται ὁ δοῦλος (ἡ δούλη) τοῦ Θεοῦ (ὁ ἢ ἡ δεῖνα) εἰς τὸ ὄνομα τοῦ Πατρός·

( Amén. )

( Ἀμήν. )

Y del Hijo.

καὶ τοῦ Υἱοῦ·

( Amén. )

( Ἀμήν. )

Y del Espíritu Santo.

καὶ τοῦ Ἁγίου Πνεύματος.

( Amén. )

( Ἀμήν. )

CORO

ΧΟΡΟΣ

Salmo 31.

Ψαλμὸς 31.

Tono 1.

Ἦχος αʹ.

¡Bienaventurado el que es perdonado de su culpa, y le queda cubierto su pecado! [SAOGM] (3 veces)

Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. (3)

SACERDOTE

ΙΕΡΕΥΣ

El siervo de Dios (nombre) se reviste con la vestidura de la justicia, en el nombre del Padre, del Hijo y del Espíritu Santo.

Ἐνδύεται ὁ δοῦλος (δούλη) τοῦ Θεοῦ (ὁ ἢ ἡ δεῖνα) χιτῶνα δικαιοσύνης, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος.

( Amén. )

( Ἀμήν. )

CORO

ΧΟΡΟΣ

Tono 8 (plagal 4).

Ἦχος πλ. δʹ.

Concédeme una vestidura de luz, Tu que te revistes de luz como de un manto, oh misericordioso Cristo nuestro Dios. [SAOGM] (3 veces)

Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν. (3)

CORO

ΧΟΡΟΣ

Oración de la Crismación

ΕΥΧΗ ΤΟΥ ΜΥΡΟΥ

SACERDOTE

ΙΕΡΕΥΣ

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Bendito seas, Señor Todopoderoso, Fuente de bien, Sol de Justicia, que hiciste resplandecer sobre los que estaban en las tinieblas la luz de la salvación con la manifestación de Tu Hijo como Dios nuestro; Tu nos has dado, a pesar de nuestra indignidad, una feliz purificación en el agua santa y la santificación divina con la unción que da la Vida; Tu también ahora te has dignado hacer que tu siervo renazca, al ser iluminado con el agua y el Espíritu, y le has concedido el perdón de los pecados, voluntarios e involuntarios; Tú mismo, Señor, Rey misericordioso del universo, márcalo con el sello de tu Santo, Omnipotente y Adorado Espíritu y dale la comunión del Santo Cuerpo y de la Preciosa Sangre de Tu Cristo. Consérvalo en tu santidad, afírmalo en la Fe Ortodoxa, líbralo del mal y de todas sus asechanzas, conservando su alma en la pureza y la justicia, por medio de tu saludable temor, para que, siéndote agradable en toda palabra y acción, sea hijo y heredero de Tu Reino celestial.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς ὁ Παντοκράτωρ, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ ἥλιος τῆς δικαιοσύνης, ὁ λάμψας τοῖς ἐν σκότει φῶς σωτηρίας, διὰ τῆς ἐπιφανείας τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ χαρισάμενος ἡμῖν τοῖς ἀναξίοις τὴν μακαρίαν κάθαρσιν ἐν τῷ ἁγίῳ Βαπτίσματι, καὶ τὸν θεῖον ἁγιασμὸν ἐν τῷ ζωοποιῷ χρίσματι· ὁ καὶ νῦν εὐδοκήσας ἀναγεννῆσαι τὸν δοῦλόν σου τὸν (τὴν δούλην σου τὴν) νεοφώτιστον διʼ ὕδατος καὶ Πνεύματος, καὶ τὴν τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων ἄφεσιν αὐτῷ (αὐτῇ) δωρησάμενος· Αὐτὸς οὖν, Δέσποτα παμβασιλεῦ εὔσπλαγχνε, χάρισαι αὐτῷ καὶ τὴν σφραγῖδα τῆς δωρεᾶς τοῦ ἁγίου καὶ παντοδυνάμου, καὶ προσκυνητοῦ σου Πνεύματος, καὶ τὴν μετάληψιν τοῦ ἁγίου Σώματος, καὶ τοῦ τιμίου Αἵματος τοῦ Χριστοῦ σου. Φύλαξον αὐτὸν (αὐτὴν) ἐν τῷ σῷ ἁγιασμῷ· βεβαίωσον ἐν τῇ Ὀρθοδόξῳ πίστει ῥῦσαι ἀπὸ τοῦ πονηροῦ, καὶ πάντων τῶν ἐπιτηδευμάτων αὐτοῦ, καὶ τῷ σωτηρίῳ σου φόβῳ, ἐν ἁγνείᾳ καὶ δικαιοσύνῃ τὴν ψυχὴν αὐτοῦ (αὐτῆς) διατήρησον ἵνα, ἐν παντὶ ἔργῳ καὶ λόγῳ εὐαρεστῶν (εὐαρεστοῦσά) σοι, υἱὸς (θυγατέρα) καὶ κληρονόμος τῆς ἐπουρανίου σου γὲνηται βασιλείας.

Porque Tú eres nuestro Dios, Dios de misericordia y salvación, y te glorificamos, oh Padre, Hijo y Espíritu Santo, ahora y siempre y por los siglos de los siglos.

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

El signo del don des Espíritu Santo.

Σφραγὶς δωρεᾶς Πνεύματος Ἁγίου.

( Amén. )

( Ἀμήν. )

CORO

ΧΟΡΟΣ

Tono 1.

Ustedes que fueron bautizados en Cristo, de Cristo se han revestido, aleluya. [SAOGM] (3 veces)

(3)

Gloria al Padre, y al Hijo y al Espíritu Santo. Ahora y siempre, y por los siglos de los siglos. Amén.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

De Cristo se han revestido. Aleluya.

Ustedes que fueron bautizados en Cristo, de Cristo se han revestido, aleluya. [SAOGM]

SACERDOTE

ΙΕΡΕΥΣ

¡Atendamos!

Πρόσχωμεν.

LECTOR

ΑΝΑΓΝΩΣΤΗΣ

Proquímeno. Tono 4. Salmo 26.

Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 26.

El Señor es mi luz y mi salvación, ¿a quién temeré?

Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι;

Verso: El Señor es el refugio de mi vida, ¿de quién temblaré?

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;

SACERDOTE

ΙΕΡΕΥΣ

¡Sabiduría!

Σοφία.

LECTOR

ΑΝΑΓΝΩΣΤΗΣ

Lectura de la carta de san Pablo a los Romanos.

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

SACERDOTE

ΙΕΡΕΥΣ

¡Atendamos!

Πρόσχωμεν.

LECTOR

ΑΝΑΓΝΩΣΤΗΣ

6:3-11

Ρωμ 6:3 – 11

Hermanos: cuantos fuimos bautizados en Cristo Jesús fuimos incorporados a su muerte. Por medio del bautismo fuimos, pues, sepultados con él en la muerte, a fin de que, al igual que Cristo resucitó de entre los muertos mediante la portentosa actuación del Padre, así también nosotros vivamos una vida nueva. Porque si hemos sido injertados en él por una muerte semejante a la suya, también lo estaremos por una resurrección semejante. Sabemos así que nuestro hombre viejo fue crucificado con él, a fin de que fuera destruida nuestra naturaleza transgresora y dejáramos de ser esclavos del pecado. Pues el que está muerto queda libre del pecado. Y si hemos muerto con Cristo, creemos que también viviremos con él, pues sabemos que Cristo, una vez resucitado de entre los muertos, ya no vuelve a morir, y que la muerte carece ya de poder sobre él. Su muerte implicó morir al pecado de una vez para siempre; mas su vida es un vivir para Dios. En consecuencia, también ustedes deben considerarse muertos al pecado y vivos para Dios en Cristo Jesús. [BJ-SAOGM]

Ἀδελφοί, ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

SACERDOTE

ΙΕΡΕΥΣ

Paz a ti lector.

Εἰρήνη σοι τῷ ἀναγνόντι.

CORO

ΧΟΡΟΣ

¡Aleluya, aleluya, aleluya! [SAOGM]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. [GOA]

SACERDOTE

ΙΕΡΕΥΣ

¡Sabiduría! ¡De pie! Escuchemos el santo Evangelio. Paz a todos.

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

( Y a tu espíritu. )

( Καὶ τῷ πνεύματί σου. )

Lectura del santo Evangelio según san Mateo.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

( ¡Gloria a ti, Señor, gloria a ti! )

( Δόξα σοι, Κύριε, δόξα σοι. )

Mt. 28:16-20

Μτ 28:16 – 20

En aquel tiempo, los once discípulos marcharon a Galilea, al monte que Jesús les había indicado. Al verlo, lo adoraron, si bien algunos dudaron. Jesús se acercó a ellos y les habló así: «Me ha sido dado todo poder en el cielo y en la tierra. Vayan, pues, y hagan discípulos a todas las gentes, bautizándolas en el nombre del Padre y del Hijo y del Espíritu Santo, y enseñándoles a guardar todo lo que yo les he mandado. Y estén seguros que yo estaré con ustedes día tras día, hasta el fin del mundo.» [BJ-SAOGM]

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἀμήν.

( ¡Gloria a ti, Señor, gloria a ti! )

( Δόξα σοι, Κύριε, δόξα σοι. )

La Ablución

ΕΥΧΗ ΤΗΣ ΑΠΟΛΥΣΕΩΣ

SACERDOTE

ΙΕΡΕΥΣ

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Tú que has concedido a este tu siervo por el santo bautismo la liberación de los pecados y que lo has otorgado la vida de un nuevo nacimiento, haz, Señor, que brille siempre en su corazón la luz de tu rostro y conserva la armadura de la fe inexpugnable para los enemigos. Protege la vestidura de incorrupción, de la cual se ha revestido, pura y sin mancha y conserva en él, por tu gracia, el sello espiritual con que ha sido marcado, siéndonos propicio a él y a nosotros por tu inmensa misericordia.

Ὁ λύτρωσιν ἁμαρτιῶν, διὰ τοῦ ἁγίου Βαπτίσματος, τῷ δούλῳ (τῇ δούλῃ) σου δωρησάμενος, καὶ ζωὴν ἀναγεννήσεως αὐτῷ (αὐτῇ) χαρισάμενος· Αὐτός, Δέσποτα Κύριε, τὸν φωτισμὸν τοῦ προσώπου σου ἐν τῇ καρδίᾳ αὐτοῦ (αὐτῆς) ἐναυγάζειν διὰ παντὸς εὐδόκησον· τὸν θυρεὸν τῆς πίστεως αὐτοῦ (αὐτῆς) ἀνεπιβούλευτον ἐχθροῖς διατήρησον· τὸ τῆς ἀφθαρσίας ἔνδυμα, ὃ περιεβάλετο, ἀῤῥύπωτον ἐν αὐτῷ (αὐτῇ) καὶ ἀμόλυντον διαφύλαξον· ἄθραυστον ἐν αὐτῷ (αὐτῇ) τὴν πνευματικὴν σφραγῖδα τῇ χάριτί σου διατηρῶν, καὶ ἵλεως αὐτῷ (αὐτῇ) τε καὶ ἡμῖν γενόμενος, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου.

Pues ha sido bendecido tu nombre honorable y magnífico, oh Padre, Hijo y Espíritu Santo, ahora y siempre y por los siglos de los siglos.

Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

SACERDOTE

ΙΕΡΕΥΣ

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Señor nuestro Dios, que por las aguas bautismales concedes la luz celestial a los bautizados, que has hecho volver a nacer a tu siervo, recién iluminado por el agua y el Espíritu, y que le concediste el perdón de sus pecados voluntarios e involuntarios, impón sobre él tu mano soberana, conservándolo por el poder de tu gracia, guardando inviolables tus arras y haciéndolo digno de la vida eterna y de tu agrado.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῆς κολυμβήθρας τὴν οὐράνιον ἔλλαμψιν τοῖς βαπτιζομένοις παρέχων· ὁ ἀναγεννήσας τὸν δοῦλον (τὴν δούλην) σου τὸν (τήν) νεοφώτιστον δʼ ὕδατος καὶ πνεύματος, καὶ τὴν τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων ἄφεσιν αὐτῷ (αὐτῇ) δωρησάμενος, ἐπίθες αὐτῷ (αὐτῇ) τὴν χεῖρά σου τὴν κραταιάν, καὶ φύλαξον αὐτὸν (αὐτὴν) ἐν τῇ δυνάμει τῆς σῆς ἀγαθότητος· ἄσυλον τὸν ἀῤῥαβῶνα διαφύλαξον καὶ ἀξίωσον αὐτὸν (αὐτὴν) εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ εἰς τὴν σὴν εὐαρεστίαν.

Porque tú eres nuestra santificación y a ti rendimos gloria: al Padre, y al Hijo, y al Espíritu Santo, ahora y siempre y por los siglos de los siglos.

Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

SACERDOTE

ΙΕΡΕΥΣ

Paz a todos.

Εἰρήνη πᾶσι.

( Amén. )

( Ἀμήν. )

Inclinemos la cabeza ante el Señor.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

( A ti, Señor. )

( Σοί, Κύριε. )

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Éste que se ha revestido de Ti, oh Cristo, nuestro Señor y Dios, inclina con nosotros su cabeza delante de Ti: protégelo para que sea siempre un luchador invencible contra los que en vano tratan de enemistarlo, lo mismo que a nosotros; haz que en definitiva seamos vencedores todos, para que merezcamos una corona inmarcesible.

Ὁ ἐνδυσάμενος (ἡ ἐνδυσαμένη) σε, τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν, σοὶ ὑπέκλινε σὺν ἡμῖν τὴν ἑαυτοῦ (ἑαυτῆς) κεφαλὴν ὃν διαφύλαξον ἀήττητον ἀγωνιστὴν διαμεῖναι κατὰ τῶν μάτην ἔχθραν φερομένων κατʼ αὐτοῦ (αὐτῆς) τε καὶ ἡμῶν, τῷ δὲ σῷ ἀφθάρτῳ στεφάνῳ μέχρι τέλους νικητὰς πάντας ἀνάδειξον.

Pues en Ti está tener misericordia de nosotros y salvarnos, y a Ti sea la gloria y a Tu Padre Eterno, y a Tu Espíritu Santo y Bueno, que da vida, ahora y siempre y por los siglos de los siglos.

Ὅτι σόν ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμάς, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

SACERDOTE

ΙΕΡΕΥΣ

Has sido justificado, iluminado, santificado y lavado en el nombre de Nuestro Señor Jesús Cristo y por el Espíritu de nuestro Dios.

Ἐδικαιώθης, ἐφωτίσθης.

SACERDOTE

ΙΕΡΕΥΣ

Has sido bautizado, iluminado, confirmado, santificado y lavado en el nombre del Padre, del Hijo y del Espíritu Santo. Amén.

Ἐβαπτίσθης, ἐφωτίσθης, ἐμυρώθης, ἡγιάσθης, ἀπελούσθης εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

( Amén. )

( Ἀμήν. )

La Tonsura

ΕΥΧΗ ΕΙΣ ΤΡΙΧΟΚΟΥΡΙΑΝ

SACERDOTE

ΙΕΡΕΥΣ

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

Soberano Señor nuestro Dios, que has honrado al hombre con tu imagen, lo has provisto de un alma racional y de un cuerpo lleno de nobleza, para que el cuerpo sirva al alma racional: has colocado la cabeza en la cima del cuerpo y haz dispuesto en ella la mayor parte de los sentidos, sin que haya interferencia de unos para con los otros; (has cubierto la cabeza de cabellos a fin de que no sea molestada por los cambios de clima) y has dispuesto todos los miembros en la mejor forma, de suerte que con todos ellos el hombre te dé gracias a Ti, gran Artífice; Tú, Señor, que nos has enseñado por tu vaso de elección, el Apóstol Pablo, a hacer todo para gloria tuya, bendice a tu servidor (nombre) que ha venido a ofrecerte como primicias el corte de los cabellos de su cabeza y bendice también a sus padrinos y concédeles que se instruyan sin cesar en Tu ley y hagan lo que Te agrada.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τῇ εἰκόνι σου τιμήσας τὸν ἄνθρωπον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος εὐπρεποῦς κατασκευάσας αὐτόν, ὡς ἂν τὸ σῶμα ἐξυπηρετῆσαι τῇ λογικῇ ψυχῇ· κεφαλὴν μὲν ἐπὶ τῶν ὑψηλοτάτων θείς, καὶ ἐν αὐτῇ τὰς πλείστας τῶν αἰσθήσεων καθιδρύσας, μὴ παρεμποδιζούσας ἀλλήλαις· ταῖς δὲ θριξὶ τὴν κεφαλὴν ὀροφώσας, πρὸς τὸ μὴ βλάπτεσθαι ταῖς μεταβολαῖς τῶν ἀέρων, καὶ πάντα τὰ μέλη αὐτῷ χρησίμως ἐμφυτεύσας, ἵνα διὰ πάντων εὐχαριστῇ σοι τῷ ἀριστοτέχνῃ. Αὐτός, Δέσποτα, ὁ διὰ τοῦ σκεύους τῆς ἐκλογῆς σου Παύλου τοῦ Ἀποστόλου ἐντειλάμενος ἡμῖν πάντα εἰς δόξαν σὴν ποιεῖν, τὸν προσελθόντα (τὴν προσελθοῦσαν) δοῦλον (δούλην) σου ἀπαρχὴν ποιήσασθαι κείρασθαι τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ (αὐτῆς), εὐλόγησον, ἅμα τῷ αὐτοῦ (αὐτῆς) ἀναδόχῳ· καὶ δὸς αὐτοῖς πάντα μελετᾶν ἐν τῷ νόμῳ σου καὶ τὰ εὐάρεστά σοι πράττειν.

Porque eres un Dios bueno y amante de la humanidad y Te glorificamos, oh Padre, Hijo y Espíritu Santo, ahora y siempre y por los siglos de los siglos. Amén.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

Paz a todos.

Εἰρήνη πᾶσι.

( Y a tu espíritu. )

( Καὶ τῷ πνεύματί σου. )

Inclinemos la cabeza ante el Señor.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

( A ti, Señor. )

( Σοί, Κύριε. )

Roguemos al Señor.

Τοῦ Κυρίου δεηθῶμεν.

( Señor, ten piedad. )

( Κύριε, ἐλέησον. )

SACERDOTE

ΙΕΡΕΥΣ

Señor nuestro Dios, que por el contenido de esta fuente bautismal has santificado en tu bondad a los que creen en Ti, que tu bendición se extienda sobre la cabeza de este niño; como bendijiste al Rey David por medio del Profeta Samuel, bendice también la cabeza de tu servidor (nombre), por mi mano pecadora, y visítalo con Tu Espíritu Santo, a fin de que, avanzando en edad y alcanzando alta vejez, te tribute gloria y vea los bienes de Jerusalén todos los días de su vida.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τοῦ πληρώματος τῆς κολυμβήθρας διὰ τῆς σῆς ἀγαθότητος ἁγιάσας τοὺς εἰς σὲ πιστεύοντας, εὐλόγησον τὸ παρὸν νήπιον, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἡ εὐλογία σου καταβήτω. Καὶ ὡς εὐλόγησας διὰ τοῦ προφήτου Σαμουήλ, Δαυῒδ τὸν βασιλέα, εὐλόγησον καὶ τὴν κεφαλὴν τοῦ δούλου (τῆς δούλης) σου (τοῦδε ἢ τῆσδε), διὰ χειρὸς ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἐπιφοιτῶν αὐτῷ (αὐτῇ) τῷ Πνεύματί σου τῷ Ἁγίῳ, ὅπως προκόπτων (προκόπτουσα) ἐν ἡλικίᾳ καὶ πολιᾷ γήρως, δόξαν σοι ἀναπέμψῃ, καὶ ἴδῃ τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ (αὐτῆς).

Pues a ti se debe toda gloria, honor y adoración: al Padre y al Hijo y al Espíritu santo, ahora y siempre y por los siglos de los siglos.

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

Es tonsurado el siervo de Dios (nombre), en el nombre del Padre, del Hijo y del Espíritu Santo.

Κείρεται ὁ δοῦλος (ἡ δούλη) τοῦ Θεοῦ (δεῖνα) τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ (αὐτῆς), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος.

( Amén. )

( Ἀμήν. )

Santa Comunión

Η ΘΕΙΑ ΚΟΙΝΩΝΙΑ

CORO

ΧΟΡΟΣ

De tu cena mística, este día, Hijo de Dios, recíbeme a comulgar, pues no revelaré a tus enemigos tus misterios, ni un beso te daré como Judas, sino que, como el ladrón te confieso: ¡Acuérdate de mí, Señor, en tu reino!

Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλʼ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

SACERDOTE

ΙΕΡΕΥΣ

El (la) siervo (a) de Dios (N.) Comulga el valioso Cuerpo y Sangre del Señor, Dios y Salvador Jesús Cristo, para la remisión de tus pecados y para la vida eterna. Amén.

Σῶμα καὶ Αἷμα Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

SACERDOTE

ΙΕΡΕΥΣ

Ten piedad de nosotros, Dios nuestro, por tu gran misericordia, te suplicamos, escúchanos y ten piedad.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

( Señor, ten piedad. Señor, ten piedad. Señor, ten piedad. )

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

Suplicamos aún por piedad, vida, paz, salud, salvación, visitación, de los siervos de Dios: el recién iluminado (nombre), por sus padrinos (nombres), por sus padres, por todos los que están aquí presentes y por el perdón de sus pecados, porque están recurriendo a la abundancia de tu misericordia.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγιείας καὶ σωτηρίας τῶν δούλων σου, τοῦ (τῆς) νεοφώτιστου (δεῖνος), τοῦ ἀναδόχου (δεῖνος), καὶ παντὸς τοῦ περιεστῶτος λαοῦ.

( Señor, ten piedad. Señor, ten piedad. Señor, ten piedad. )

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

Porque eres Dios misericordioso y amante de la humanidad, y rendimos gloria a ti: al Padre, y al Hijo, y al Espíritu Santo, ahora y siempre y por los siglos de los siglos.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

( Amén. )

( Ἀμήν. )

SACERDOTE

ΙΕΡΕΥΣ

Gloria a ti, Dios, esperanza nuestra. Gloria a ti.

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

El que se dignó a ser bautizado por Juan en el Jordán, para nuestra salvación, por las intercesiones de su purísima e inmaculada Madre, del venerable y glorioso profeta, precursor y bautista, Juan, de los santos, gloriosos y alabadísimos apóstoles, de (nombre del santo patrono del recién bautizado), y de todos los santos, tenga misericordia de nosotros y sálvanos, pues eres un Dios bondadoso y filántropo.

Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, (τοῦ ἁγίου οὗ τὸ ὄνομα ἔλαβεν ὁ νεοφώτιστος), καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

SACERDOTE

ΙΕΡΕΥΣ

Por las oraciones de nuestros santos padres, Señor Jesús Cristo Dios, ten piedad de nosotros y sálvanos.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

( Amén. )

( Ἀμήν. )